Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.652 Joseph. BJ 4.659 (English) >>Joseph. BJ 4.663

4.656

Εἰς δὲ τὴν Ἀλεξάνδρειαν ἀφιγμένῳ τῷ Οὐεσπασιανῷ τὰ ἀπὸ τῆς Ῥώμης εὐαγγέλια ἧκε καὶ πρέσβεις ἐκ πάσης τῆς ἰδίας οἰκουμένης συνηδόμενοι· μεγίστη τε οὖσα μετὰ τὴν Ῥώμην πόλις στενοτέρα τοῦ πλήθους ἠλέγχετο. 4.657κεκυρωμένης δὲ ἤδη τῆς ἀρχῆς ἁπάσης καὶ σεσωσμένων παρʼ ἐλπίδα Ῥωμαίοις τῶν πραγμάτων Οὐεσπασιανὸς ἐπὶ τὰ λείψανα τῆς Ἰουδαίας τὸν λογισμὸν ἐπέστρεφεν. 4.658αὐτὸς μέντοι γε εἰς τὴν Ῥώμην ὥρμητο λήξαντος τοῦ χειμῶνος ἀνάγεσθαι καὶ τάχος τὰ κατὰ τὴν Ἀλεξάνδρειαν διῴκει, τὸν δὲ

-- --

υἱὸν Τίτον μετὰ τῆς ἐκκρίτου δυνάμεως ἀπέστειλεν ἐξαιρήσοντα τὰ Ἱεροσόλυμα. 4.659 δὲ προελθὼν πεζῇ μέχρι Νικοπόλεως, εἴκοσι δὲ αὕτη διέχει τῆς Ἀλεξανδρείας σταδίους, κἀκεῖθεν ἐπιβήσας τὴν στρατιὰν μακρῶν πλοίων ἀναπλεῖ διὰ τοῦ Νείλου κατὰ τὸν Μενδήσιον νομὸν μέχρι πόλεως Θμούεως. 4.660ἐκεῖθεν δʼ ἀποβὰς ὁδεύει καὶ κατὰ πολίχνην Τάνιν αὐλίζεται. δεύτερος αὐτῷ σταθμὸς Ἡρακλέους πόλις καὶ τρίτος Πηλούσιον γίνεται. 4.661δυσὶ δʼ ἡμέραις ἐνταῦθα τὴν στρατιὰν ἀναλαβὼν τῇ τρίτῃ διέξεισι τὰς ἐμβολὰς τοῦ Πηλουσίου, καὶ προελθὼν σταθμὸν ἕνα διὰ τῆς ἐρήμου πρὸς τῷ τοῦ Κασίου Διὸς ἱερῷ στρατοπεδεύεται, τῇ δʼ ὑστεραίᾳ κατὰ τὴν Ὀστρακίνην· οὗτος σταθμὸς ἦν ἄνυδρος, ἐπεισάκτοις δὲ ὕδασιν οἱ ἐπιχώριοι χρῶνται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.652 Joseph. BJ 4.659 (English) >>Joseph. BJ 4.663

Powered by PhiloLogic